Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.60 Dem. 41.2 (English) >>Dem. 41.6

Πρὸς Σπουδίαν ὑπὲρ Προικός

41.1ἀδελφὰς ἔχομεν, ἄνδρες δικασταί, γυναῖκας ἐγὼ καὶ Σπουδίας οὑτοσί, Πολυεύκτου θυγατέρας. ἄπαιδος δʼ ἐκείνου τελευτήσαντος ἀρρένων παίδων, ἀναγκάζομαι πρὸς τουτονὶ περὶ τῶν καταλειφθέντων δικάζεσθαι. καὶ εἰ μέν, ἄνδρες δικασταί, μὴ πᾶσαν σπουδὴν καὶ προθυμίαν ἐποιησάμην βουλόμενος διαλύεσθαι καὶ τοῖς φίλοις ἐπιτρέπειν, ἐμαυτὸν ἂν ᾐτιώμην, εἰ μᾶλλον ᾑρούμην δίκας καὶ πράγματʼ ἔχειν μίκρʼ ἐλαττωθεὶς ἀνέχεσθαι· 41.2νῦν δʼ ὅσῳ πραότερον ἐγὼ καὶ φιλανθρωπότερον τούτῳ διελεγόμην, τοσούτῳ μᾶλλόν μου κατεφρόνει. καὶ νῦν κινδυνεύω μὲν οὐδὲν ὁμοίως τούτῳ πρὸς τουτονὶ τὸν ἀγῶνʼ ἔχειν, ἀλλʼ οὗτος μὲν ῥᾳδίως φέρει πολλάκις εἰθισμένος ἐνταῦθʼ εἰς ὑμᾶς παριέναι, ἐγὼ δʼ αὐτὸ τοῦτο φοβοῦμαι, μὴ διὰ τὴν ἀπειρίαν οὐ δυνηθῶ δηλῶσαι περὶ τῶν πραγμάτων ὑμῖν· ὅμως δʼ, ἄνδρες δικασταί, προσέχετε τὸν νοῦν.

41.3Πολύευκτος γὰρ ἦν τις Θριάσιος, ὃν ἴσως οὐδʼ ὑμῶν τινες ἀγνοοῦσιν. οὗτος Πολύευκτος, ἐπειδὴ οὐκ ἦσαν αὐτῷ παῖδες ἄρρενες, ποιεῖται Λεωκράτη τὸν ἀδελφὸν τῆς ἑαυτοῦ γυναικός. οὐσῶν δʼ αὐτῷ δύο θυγατέρων ἐκ τῆς τοῦ Λεωκράτους ἀδελφῆς, τὴν μὲν πρεσβυτέραν ἐμοὶ δίδωσιν καὶ τετταράκοντα μνᾶς προῖκα, τὴν δὲ νεωτέραν τῷ Λεωκράτει. 41.4τούτων δʼ οὕτως ἐχόντων, διαφορᾶς γενομένης τῷ Πολυεύκτῳ πρὸς τὸν Λεωκράτη, περὶ ἧς οὐκ οἶδʼ τι δεῖ λέγειν, ἀφελόμενος Πολύευκτος τὴν θυγατέρα δίδωσι Σπουδίᾳ τουτῳί. μετὰ δὲ ταῦτʼ ἠγανάκτει <θʼ> Λεωκράτης, καὶ δίκας ἐλάγχανε Πολυεύκτῳ καὶ τουτῳὶ Σπουδίᾳ, καὶ περὶ πάντων ἠναγκάζοντʼ εἰς λόγον καθίστασθαι. καὶ τὸ τελευταῖον διελύθησαν, ἐφʼ ᾧτε κομισάμενον τὸν Λεωκράτην ἅπερ ἦν εἰς τὴν οὐσίαν εἰσενηνεγμένος, μήτε κακόνουν εἶναι τῷ Πολυεύκτῳ, τῶν τε πρὸς ἀλλήλους ἐγκλημάτων ἀπηλλάχθαι πάντων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.60 Dem. 41.2 (English) >>Dem. 41.6

Powered by PhiloLogic